Acts 8

1Σαῦλος δὲ ἦν συνευδοκῶν τῇ ἀναιρέσει αὐτοῦ.

Ἐγένετο δὲ ἐν ἐκείνῃ τῇ ἡμέρᾳ διωγμὸς μέγας ἐπὶ τὴν ἐκκλησίαν τὴν ἐν Ἱεροσολύμοις· πάντες δὲ διεσπάρησαν κατὰ τὰς χώρας τῆς Ἰουδαίας καὶ Σαμαρείας πλὴν τῶν ἀποστόλων.
2συνεκόμισαν δὲ τὸν Στέφανον ἄνδρες εὐλαβεῖς καὶ
 ἐποίησαν = WH Treg NA/NIV: || ἐποιήσαντο = RP
ἐποίησαν κοπετὸν μέγαν ἐπ᾽ αὐτῷ.
3Σαῦλος δὲ ἐλυμαίνετο τὴν ἐκκλησίαν κατὰ τοὺς οἴκους εἰσπορευόμενος, σύρων τε ἄνδρας καὶ γυναῖκας παρεδίδου εἰς φυλακήν.

4Οἱ μὲν οὖν διασπαρέντες διῆλθον εὐαγγελιζόμενοι τὸν λόγον. 5Φίλιππος δὲ κατελθὼν εἰς
 τὴν = WH NA/NIV: || [omit] = Treg RP
τὴν πόλιν τῆς Σαμαρείας ἐκήρυσσεν αὐτοῖς τὸν χριστόν.
6προσεῖχον
 δὲ = WH Treg NA/NIV: || τε = RP
δὲ οἱ ὄχλοι τοῖς λεγομένοις ὑπὸ τοῦ Φιλίππου ὁμοθυμαδὸν ἐν τῷ ἀκούειν αὐτοὺς καὶ βλέπειν τὰ σημεῖα ἐποίει·
7
 πολλοὶ = WH Treg NA/NIV: || Πολλῶν = RP
πολλοὶ γὰρ τῶν ἐχόντων πνεύματα ἀκάθαρτα βοῶντα φωνῇ μεγάλῃ
 ἐξήρχοντο = WH Treg NA/NIV: || ἐξήρχετο = RP
ἐξήρχοντο, πολλοὶ δὲ παραλελυμένοι καὶ χωλοὶ ἐθεραπεύθησαν·
8
 ἐγένετο δὲ = WH Treg NA/NIV: || Καὶ ἐγένετο = RP
ἐγένετο δὲ ⸃
 πολλὴ χαρὰ = WH Treg NA/NIV: || χαρὰ μεγάλη = RP
πολλὴ χαρὰ ⸃ ἐν τῇ πόλει ἐκείνῃ.

9Ἀνὴρ δέ τις ὀνόματι Σίμων προϋπῆρχεν ἐν τῇ πόλει μαγεύων καὶ
 ἐξιστάνων = WH Treg NA/NIV: || ἐξιστῶν = RP
ἐξιστάνων τὸ ἔθνος τῆς Σαμαρείας, λέγων εἶναί τινα ἑαυτὸν μέγαν,
10 προσεῖχον
 πάντες = WH Treg NA/NIV: || [omit] = RP
πάντες ἀπὸ μικροῦ ἕως μεγάλου λέγοντες· Οὗτός ἐστιν Δύναμις τοῦ θεοῦ
 καλουμένη = WH Treg NA/NIV: || [omit] = RP
καλουμένη Μεγάλη.
11προσεῖχον δὲ αὐτῷ διὰ τὸ ἱκανῷ χρόνῳ ταῖς μαγείαις ἐξεστακέναι αὐτούς. 12ὅτε δὲ ἐπίστευσαν τῷ Φιλίππῳ εὐαγγελιζομένῳ
 περὶ = WH Treg NA/NIV: || τὰ περὶ = RP
περὶ τῆς βασιλείας τοῦ θεοῦ καὶ τοῦ ὀνόματος Ἰησοῦ Χριστοῦ, ἐβαπτίζοντο ἄνδρες τε καὶ γυναῖκες.
13 δὲ Σίμων καὶ αὐτὸς ἐπίστευσεν, καὶ βαπτισθεὶς ἦν προσκαρτερῶν τῷ Φιλίππῳ, θεωρῶν τε
 σημεῖα καὶ δυνάμεις μεγάλας γινομένας = WH Treg NA/NIV: || δυνάμεις καὶ σημεῖα γινόμενα = RP
σημεῖα καὶ δυνάμεις μεγάλας γινομένας ⸃ ἐξίστατο.

14Ἀκούσαντες δὲ οἱ ἐν Ἱεροσολύμοις ἀπόστολοι ὅτι δέδεκται Σαμάρεια τὸν λόγον τοῦ θεοῦ, ἀπέστειλαν πρὸς
 αὐτοὺς = WH Treg NA/NIV: || αὐτοὺς τὸν = RP
αὐτοὺς Πέτρον καὶ Ἰωάννην,
15οἵτινες καταβάντες προσηύξαντο περὶ αὐτῶν ὅπως λάβωσιν πνεῦμα ἅγιον· 16
 οὐδέπω = WH Treg NA/NIV: || οὔπω = RP
οὐδέπω γὰρ ἦν ἐπ᾽ οὐδενὶ αὐτῶν ἐπιπεπτωκός, μόνον δὲ βεβαπτισμένοι ὑπῆρχον εἰς τὸ ὄνομα τοῦ
 κυρίου = WH Treg NA/NIV: || χριστοῦ = RP
κυρίου Ἰησοῦ.
17τότε
 ἐπετίθεσαν = WH Treg NA/NIV: || ἐπετίθουν = RP
ἐπετίθεσαν τὰς χεῖρας ἐπ᾽ αὐτούς, καὶ ἐλάμβανον πνεῦμα ἅγιον.
18
 ἰδὼν = WH Treg NA/NIV: || Θεασάμενος = RP
ἰδὼν δὲ Σίμων ὅτι διὰ τῆς ἐπιθέσεως τῶν χειρῶν τῶν ἀποστόλων δίδοται τὸ
 πνεῦμα = WH NA/NIV: || πνεῦμα τὸ ἅγιον = Treg RP
πνεῦμα προσήνεγκεν αὐτοῖς χρήματα
19λέγων· Δότε κἀμοὶ τὴν ἐξουσίαν ταύτην ἵνα ἐὰν ἐπιθῶ τὰς χεῖρας λαμβάνῃ πνεῦμα ἅγιον. 20Πέτρος δὲ εἶπεν πρὸς αὐτόν· Τὸ ἀργύριόν σου σὺν σοὶ εἴη εἰς ἀπώλειαν ὅτι τὴν δωρεὰν τοῦ θεοῦ ἐνόμισας διὰ χρημάτων κτᾶσθαι. 21οὐκ ἔστιν σοι μερὶς οὐδὲ κλῆρος ἐν τῷ λόγῳ τούτῳ, γὰρ καρδία σου οὐκ ἔστιν εὐθεῖα
 ἔναντι = WH Treg NA/NIV: || ἐνώπιον = RP
ἔναντι τοῦ θεοῦ.
22μετανόησον οὖν ἀπὸ τῆς κακίας σου ταύτης, καὶ δεήθητι τοῦ
 κυρίου = WH Treg NA/NIV: || θεοῦ = RP
κυρίου εἰ ἄρα ἀφεθήσεταί σοι ἐπίνοια τῆς καρδίας σου·
23εἰς γὰρ χολὴν πικρίας καὶ σύνδεσμον ἀδικίας ὁρῶ σε ὄντα. 24ἀποκριθεὶς δὲ Σίμων εἶπεν· Δεήθητε ὑμεῖς ὑπὲρ ἐμοῦ πρὸς τὸν κύριον ὅπως μηδὲν ἐπέλθῃ ἐπ᾽ ἐμὲ ὧν εἰρήκατε.

25Οἱ μὲν οὖν διαμαρτυράμενοι καὶ λαλήσαντες τὸν λόγον τοῦ κυρίου
 ὑπέστρεφον = WH Treg NA/NIV: || ὑπέστρεψαν = RP
ὑπέστρεφον εἰς
 Ἱεροσόλυμα = WH Treg NA/NIV: || Ἱερουσαλήμ = RP
Ἱεροσόλυμα, πολλάς τε κώμας τῶν Σαμαριτῶν
 εὐηγγελίζοντο = WH Treg NA/NIV: || εὐηγγελίσαντο = RP
εὐηγγελίζοντο.

26Ἄγγελος δὲ κυρίου ἐλάλησεν πρὸς Φίλιππον λέγων· Ἀνάστηθι καὶ πορεύου κατὰ μεσημβρίαν ἐπὶ τὴν ὁδὸν τὴν καταβαίνουσαν ἀπὸ Ἰερουσαλὴμ εἰς Γάζαν· αὕτη ἐστὶν ἔρημος. 27καὶ ἀναστὰς ἐπορεύθη, καὶ ἰδοὺ ἀνὴρ Αἰθίοψ εὐνοῦχος δυνάστης
 Κανδάκης = WH Treg NA/NIV: || Κανδάκης τῆς = RP
Κανδάκης βασιλίσσης Αἰθιόπων, ὃς ἦν ἐπὶ πάσης τῆς γάζης αὐτῆς, ὃς ἐληλύθει προσκυνήσων εἰς Ἰερουσαλήμ,
28ἦν
 τε = Treg NA/NIV RP: || δὲ = WH
τε ὑποστρέφων καὶ καθήμενος ἐπὶ τοῦ ἅρματος αὐτοῦ καὶ ἀνεγίνωσκεν τὸν προφήτην Ἠσαΐαν.
29εἶπεν δὲ τὸ πνεῦμα τῷ Φιλίππῳ· Πρόσελθε καὶ κολλήθητι τῷ ἅρματι τούτῳ. 30προσδραμὼν δὲ Φίλιππος ἤκουσεν αὐτοῦ ἀναγινώσκοντος
 Ἠσαΐαν τὸν προφήτην = WH Treg NA/NIV: || τὸν προφήτην Ἠσαΐαν = RP
Ἠσαΐαν τὸν προφήτην ⸃ καὶ εἶπεν· Ἆρά γε γινώσκεις ἀναγινώσκεις;
31 δὲ εἶπεν· Πῶς γὰρ ἂν δυναίμην ἐὰν μή τις
 ὁδηγήσει = WH Treg NA/NIV: || ὁδηγήσῃ = RP
ὁδηγήσει με; παρεκάλεσέν τε τὸν Φίλιππον ἀναβάντα καθίσαι σὺν αὐτῷ.
32 δὲ περιοχὴ τῆς γραφῆς ἣν ἀνεγίνωσκεν ἦν αὕτη· Ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη, καὶ ὡς ἀμνὸς ἐναντίον τοῦ
 κείραντος = WH NA/NIV: || κείροντος = Treg RP
κείραντος αὐτὸν ἄφωνος, οὕτως οὐκ ἀνοίγει τὸ στόμα αὐτοῦ.
33ἐν τῇ
 ταπεινώσει = WH Treg: || ταπεινώσει αὐτοῦ = NA/NIV RP
ταπεινώσει κρίσις αὐτοῦ ἤρθη·
 τὴν = WH Treg NA/NIV: || τὴν δὲ = RP
τὴν γενεὰν αὐτοῦ τίς διηγήσεται; ὅτι αἴρεται ἀπὸ τῆς γῆς ζωὴ αὐτοῦ.
34ἀποκριθεὶς δὲ εὐνοῦχος τῷ Φιλίππῳ εἶπεν· Δέομαί σου, περὶ τίνος προφήτης λέγει
 τοῦτο = WH Treg RP NA: || [omit] = NIV
τοῦτο; περὶ ἑαυτοῦ περὶ ἑτέρου τινός;
35ἀνοίξας δὲ Φίλιππος τὸ στόμα αὐτοῦ καὶ ἀρξάμενος ἀπὸ τῆς γραφῆς ταύτης εὐηγγελίσατο αὐτῷ τὸν Ἰησοῦν. 36ὡς δὲ ἐπορεύοντο κατὰ τὴν ὁδόν, ἦλθον ἐπί τι ὕδωρ, καί φησιν εὐνοῦχος· Ἰδοὺ ὕδωρ, τί κωλύει με
 βαπτισθῆναι; = WH Treg NA/NIV RP: || βαπτισθῆναι; 37 εἶπε δὲ ὁ Φίλιππος· Εἰ πιστεύεις ἐξ ὅλης τῆς καρδίας, ἔξεστιν. ἀποκριθεὶς δὲ εἶπε· Πιστεύω τὸν υἱὸν τοῦ θεοῦ εἶναι τὸν Ἰησοῦν Χριστόν. = TR
βαπτισθῆναι;
38καὶ ἐκέλευσεν στῆναι τὸ ἅρμα, καὶ κατέβησαν ἀμφότεροι εἰς τὸ ὕδωρ τε Φίλιππος καὶ εὐνοῦχος, καὶ ἐβάπτισεν αὐτόν. 39ὅτε δὲ ἀνέβησαν ἐκ τοῦ ὕδατος, πνεῦμα κυρίου ἥρπασεν τὸν Φίλιππον, καὶ οὐκ εἶδεν αὐτὸν οὐκέτι εὐνοῦχος, ἐπορεύετο γὰρ τὴν ὁδὸν αὐτοῦ χαίρων. 40Φίλιππος δὲ εὑρέθη εἰς Ἄζωτον, καὶ διερχόμενος εὐηγγελίζετο τὰς πόλεις πάσας ἕως τοῦ ἐλθεῖν αὐτὸν εἰς Καισάρειαν.



Copyright information for SBLG